Канонические правила Православной Церкви с толкованиями - Мамбурин
Шрифт:
Интервал:
Закладка:
Синопсис. Об увлеченных нуждою постановлено, чтобы падшим и бывшим во главе нечестия, если они каются, оказывать снисхождение, но не давать места в клире; а увлеченных нуждою и насилием, но не бывшим начальниками нечестия, давать прощение и иметь место в клире, в особенности когда убедительно оправдались, сказав, что они не совращались в нечестие, но предпочли уступить насилию, дабы некоторые, нечестивые, восстав на церковь, не расстроили ее. Ради этого они сделались удобоприемлемыми в клир; а прельщенным и потерпевшим насилие дается прощение.
Славянская кормчая. Годе бысть, иже нуждею привлечении бывше, отвергошася. Яко аще отвергшеся, и власть некую приемше, помогаху нечестию, аще обратившеся покаются, помиловати их убо, не дати же им места внити в причет. Аще же бедою и нуждею преступивше и не имеша господства никакого от нечестивых, ни сотвориша пакости правоверным, таковых и помилования сподобити: и аще будут достойни, дати им место внити в причет: паче же аще с покорением отвещаша, рекшим к ним, не преложихомся на нечестие, но изволихом приложитися нуждею, да не нечестиви неции противу ставшее, погубят церковь, сего ради убо приемлеми бывше в причет, прельстившимжеся и нужду пострадавшим, помилование дается.
Св. Афанасия, архиепископа Александрийского из 39-го послания о праздниках
Греческий текст
Ἀλλ’ ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡμῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας Γραφάς, καὶ φοβοῦμαι μήπως, ὡς ἕγραψε Κορινθίοις Παῦλος, τινὲς τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος πλανηθῶσιν ἀπὸ τῆς πανουρίας τῶν ἀνθρώπων καὶ λοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξωνται, τοῖς λεγομένοις Ἀποκρύφοις, ἀπατώμενοι τῆ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων, παρακαλῶ ἀνέχεσθαι, εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κἀγὼ μνημονεύων γράφω, διά τε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς Ἐκκλησίας. Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἑμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτὸς· ἐπειδή περ τινὲς ἐπεχείρησαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα καὶ ἐπιμίξαι ταῦτα τῇ θεοπνεύστῳ Γραφῇ, περὶ ἧς ἐπληροφορήθη μεν καθὼς παρέδοσαν τοῖς Πατράσιν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, προτραπέντι παρὰ γνησίων ἀδελφῶν καὶ μαθόντι ἄνωθεν, ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα, πιστευθέντα τε θεῖα εἶναι βιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων, ὁ δὲ καθαρὸς διαμείνας χαίρῃ πάλιν ὑπομιμνησκόμενος. Ἔστι τοίνυν τῆς μὲν Παλαιᾶς Διαθήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο, τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ’ Ἑβραίοις εἶναι παραδέδοται, τῇ δὲ τάξει καὶ τὸ ὀνόματι ἔστιν ἕκαστον οὕτω· Πρώτη Γένεσις· εἶτα Ἔξοδος· εἶτα Λευϊτικόν· καὶ μετὰ τοῦτο Ἀριθμοί· καὶ λοιπόν, τὸ Δευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστίν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ Κριταί· καὶ μετὰ τοῦτο ἡ Ῥούθ· καὶ αὖθις ἑξῆς, Βασιλειῶν βιβλία τέσσερα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται· τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοίως εἰς ἐν· μετὰ δὲ ταῦτα, Παραλειπομένων πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθμούμενα· εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν, καὶ ἑξῆς Παροιμίαι· εἶτα Ἐκκλησιαστής, καὶ ᾎσμα ᾀσμάτων· πρὸς τούτοις ἔστι καὶ Ἰώβ· καὶ λοιπὸν Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι· εἶτα Ἡσαΐας Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαρούχ· Θρῆνοι, καὶ Ἐπιστολή, καὶ μετ᾽ αὐτοὺς Ἰεζεκιήλ, καὶ Δανιήλ. Ἄχρι τούτων τὰ τῆς Παλαιᾶς Διαθήκης ἵστανται. Τὰ δὲ τῆς Καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν∙ ἔστι δὲ ταῦτα∙ Εὐαγγέλια τέσσερα, κατὰ Ματθαῖον, κατὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην. Εἶτα μετὰ ταῦτα Πράξεις Ἀποστόλων, καὶ Ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν Ἀποστόλων ἑπτά, οὕτως· Ἰακώβου μὲν μία, Πέτρου δὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶ μετὰ ταύτας Ἰούδα μία. Πρὸς τούτοις Παύλου Ἀποστόλου εἰσὶν Ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτω· Πρώτη πρὸς Ῥωμαίους, εἶτα πρὸς Κορινθίους δύο, καὶ μετὰ ταύτας πρὸς Γαλάτας, καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φιλιππησίους, καὶ πρὸς Κολοσσαεῖς, καὶ πρὸς Θεσσαλονικεῖς δύο, καὶ ἡ πρὸς Ἑβραίους· καὶ ἑξῆς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲ Τίτον μία, καὶ τελευταία ἡ πρὸς Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις. Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων. Ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται. Μηδεὶς τούτοις ἐπιβαλλέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ δὲ τούτων ὁ Κύριος Σαδδουκαίους ἐδυσώπει, λέγων· πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὰς δυνάμεις αὐτῶν, τοῖς δὲ Ἰουδαίους παρῄνει· ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἀλλ’ ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο γράφων ἀναγκαίως, ὡς ἔστι καὶ ἕτερα βιβλία τούτων ἐξωθεν, οὐ κανονιζόμενα μέν, τετυπωμένα δὲ παρὰ τῶν Πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον· Σοφία Σολομῶντος, Σοφία Σειράχ, καὶ Ἐσθήρ, καὶ Ἰουδήθ, καὶ Τωβίας, καὶ διδαχὴ ἀγαπητοί, κἀκείνων κανονιζομένων, καὶ τούτων ἀναγινωσκομένων, οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη, ἀλλ’ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτε θέλουσιν αὐτά, χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους, ἵνα, ὡς παλαιὰ προσφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾷν ἐκ τούτων τοὺς ἀκεραίους.
Перевод
Но поелику упомянул я о еретиках, как о мертвых, о нас же самих, яко имеющих ко спасению Божественные Писания, и боюся чтобы, как писал к Коринфянам Павел (2 Кор. 11, 3), некоторые из простодушных не были уклонены от простоты и чистоты, хитростью человеков, и потом не начали внимать иным книгам, так называемым апокрифическим, [85] будучи обмануты единоименностью их с истинными книгами: то