Категории
Самые читаемые
Лучшие книги » Религия и духовность » Православие » Канонические правила Православной Церкви с толкованиями - Мамбурин

Канонические правила Православной Церкви с толкованиями - Мамбурин

Читать онлайн Канонические правила Православной Церкви с толкованиями - Мамбурин

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 573 574 575 576 577 578 579 580 581 ... 587
Перейти на страницу:
διδάσκων, δεῖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, σώφρονα, κόσμιον, διδακτικόν, ἐγκρατῆ, νηφάλιον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Οἴχεται τοίνυν ταῦτα πάντα ἐκ τοῦ πράτου καὶ ἀγοραστοῦ τῆς ἱερωσύνης. Αἱ οὖν ὑποκείμεναι ἁγιόλεκτοι χρήσεις, ἀλλότριον πάντῃ τῆς ἱερωσύνης ἀποφαίνονται τὸν ποτὲ διδόντα ἢ λαμβάνοντα, ἐν οἱῳδήποτε χρόνῳ, εἴτε καὶ πρὸ τῆς χειροτονίας, εἴτε καὶ μετὰ τὴν χειροτονίαν, λαβεῖν γὰρ ἐστι, τὸ λαβεῖν ὁτεδήποτε. Ἀλλὰ καὶ πάσας τὰς προβολὰς τὰς ἐκκλησιαστικὰς ἀφαιροῦσιν ἐπὶ τῇ τῶν χρημάτων δόσει.

Κανὼν κθ´ τῶν ἁγίων Ἀποστόλων.

Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος.

Ἐκ τῶν Πράξεων τῶν ἁγίων Ἀποστόλων.

Θεασάμενος δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα, ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου, εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.

Ἐκ τῆς τρίτης τῶν Βασιλειῶν.

Καὶ οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αυτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγένετο ἱερεὺς εἰς τὰ ὑψηλά. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοάμ καὶ ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.

Ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν.

Καὶ ἐπέστρεψε Νεεμὰν πρὸς Ἐλισσαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔγνωκα, ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψωμαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησε. Καὶ μετ᾿ ὀλίγα· Καὶ εἶπε Γιεζῆ τὸ παιδάριον Ἐλισσαιέ· Ἰδοὺ ἐφείσατο ὁ Κύριός μου Νεεμὰν τοῦ Σύρου τοῦ λαβεῖν ἐκ χειρὸς αὐτοῦ, ἃ ἐνήνοχε· ζῇ Κύριος, εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι παρ᾿ αὐτοῦ τι, Καὶ ἐδίωξε Γιεζῆ ὀπίσω Νεεμάν. Καὶ μετὰ βραχέα. Καὶ εἶπε Νεεμάν· Λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολάς. Καὶ μεθ᾿ ἕτερα· Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Πόθεν Γιεζῆ; Καὶ εἶπε Γιεζῆ· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; Καὶ οἶδα ὅτι ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συνάντησίν σου· καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἰμάτια, καὶ λήψῃ ἐν αὐτῷ κήπους καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας, καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰ τὸν αἰῶνα. Καὶ ἐξῆλθεν ἐκ τοῦ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας.

Νόμον ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν, οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ· οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου, οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλ᾿ ἀληθείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ᾽ ἀργυρίῳ μαντεύονται. Τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι μισθὸν τοῦ κέρδους οἱ ἀπατώμενοι. Τὸ δὲ ῥῆμα τοῦ νόμου οὐκ ἔστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ· δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ Σίμωνι, ἀργύριον ἐπὶ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ ἀργύριόν σου σὺν σοί, φησίν, εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ρήματα τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δῴη ἄξιον αὐτοῦ ἀντάλλαγμα; Ἄκουε τοῦ Δαυῒδ διαποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ᾿ αὐτοῦ χάριτος· ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρόν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου.

Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ὑφ᾿ ἑαυτὸν ἐπισκόπους, ὥστε μὴ χειροτονεῖν ἐπὶ χρήμασι.

Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δέ ἐστιν ὁτεδήποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μὴ τὰς χεῖρας μολύναντες τοῖς τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν τὰ ἅγια μυστήρια.

Ἐκ τοῦ βίου τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

Προσῆλθεν ὁ τῆς μακρυγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε, λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ ἔτη δύο ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοφιλίας, σήμερον παρ᾿ αὐτὰ δοῦναί με τοὺς μάρτυρας. Εἰ γὰρ καὶ Ἀντωνῖνος τετελεύτηκεν ὁ ἐπίσκοπος, ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ᾿ οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα καὶ ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρῴην πραχθέντων ὑπομνημάτων. Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ οἱ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν ἀρχῇ ἠρνοῦντο, ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαρρηκέναι, πρῶτον μὲν ἠρνοῦντο, ὡς δὲ οἱ μάρτυρες ἤλεγχον, τόπον αὐτοὺς ὑπομιμνήσκοντες καὶ καιρῶν καὶ τὰ εἴδη τῶν ἐνεχύρων λέγοντες καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς αὐτῶν διακειμένης τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολογοῦσι, δίχα πολλῆς ἀνάγκης, ὅτι δεδώκαμεν καὶ γεγόναμεν, τοιαύτην νομίσαντες ἀκολουθίαν εἶναι καὶ ἵνα τῆς λειτουργίας τῆς δημοσίας ἐλευθερωθῶμεν. Καὶ νῦν δεόμεθα, εἰμή ἐστιν ὅσιον ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας, ἐπεὶ κἄν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν, τῶν γὰρ γυναικῶν ἡμῶν δεδώκαμέν τινα σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς ἀπαλλάξω, ἀξιώσας τὸν βασιλέα, ὑμεῖς δὲ προστάξατε λαβεῖν αὐτούς, ὅ δεδώκασι, παρὰ

1 ... 573 574 575 576 577 578 579 580 581 ... 587
Перейти на страницу:
На этой странице вы можете бесплатно скачать Канонические правила Православной Церкви с толкованиями - Мамбурин торрент бесплатно.
Комментарии